Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Γνωστὴ δὲ φησὶν) ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ [*](5 Matth. 4, 11. 15 Matth. 27, 45. 17 Luc. 22, 54. 20 Marc. 14, 54. 21 Jo. 18, 18.)

v.3.p.397
τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.

καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο, καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.

Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν ‟εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν.

ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην· ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην τὸ ζῶν ὕδωρ ἐξελύσεσθαι,” δι’ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ πρώτη θάλαττα ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ τῆς θαλάττης τῆς ἐσχάτης σημαινόμενα, [*](19 Jo. 4, 10.)

v.3.p.398
ἃ καὶ πεπλήρωκε τὸ ζῶν ὕδωρ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευε λέγων ‟ὃς ἂν πίῃ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.‘’ καὶ πάλιν ‟ ποταμοὶ φησὶν) ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.”

καὶ αὖθις ‟εἴ τις διψὰ, ἐρχέσθω πρός με, καὶ πινέτω.” μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα) ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ ‟ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα.”

οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ, οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ ‟ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πάσαν τὴν γῆν.” ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι’ ὧν ἐλέγετο ‟ ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε.’ ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται.

ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας ‟ἰδοὺ ἡμέραι φησὶν) ἔρχονται τοῦ κυρίου, καὶ ἔσται τάδε.” τίνα δὴ ταῦτα ἀλλ’ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, κατὰ τὸ παρέσται κύριος,” καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν,” ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διει- [*](10 Mic. 4, 2.)

v.3.p.399
λήφαμεν ;

πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος ‘καὶ τὸ ὄνομα αὐτοῦ ἔν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.’ καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.

  • Ἀπὸ τοῦ Βαρούχ.
  • ‟Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν (δηλοῖ δὲ τὴν σοφίαν) καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδ’ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς, ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ. ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ, καὶ οἶ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν, ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, πάρεσμεν·

    ἔλαμψαν μετὰ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.”

    Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις.

    [*](9 Bar. 3, 29.)
    v.3.p.400
  • Ἀπὸ τοῦ Ἡσαΐου.
  • ‟Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν·” καὶ τὰ τούτοις ἐξῆς.

    καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, ἥξειν εἰς Αἴγυπτον ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς, οὐδ’ ἀοράτως, οὐδ’ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ’ ἐπὶ νεφέλης κούφης ὀχούμενον, μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν.

    λεγέτωσαν δῆτα Ἑβραίων παῖδες πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἷς γὰρ ὁ ἐπὶ πάντων θεός· καὶ πῶς ἐπὶ πάχους ἐλαφροῦ οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς.

    ἑρμηνευέτωσαν δὲ καὶ τὸ πάχος ἐλαφρὸν, φρὸν, τί ποτὲ ἄρα ἐστὶ, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ.

    πότε δὲ [*](2 Es. 19, 1.)

    v.3.p.401
    καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ σεισθῆναι, λέγω, τὰ εἴδωλα τὰ χειροποίητα Αἰγύπτου, καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν· καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.

    ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὑ ἀνείληφε σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ‟ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον,” πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας.

    καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἷπε τῷ Ἰωσὴφ ‟ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι.

    τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος ἐπιπαρὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν [*](27 Matth. 2, 13.)

    v.3.p.402
    τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ παχείᾳ μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, ἐλαφρᾷ δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ’ ἡμᾶς εἶναι, καὶ νεφέλη κούφη ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλὰ ἐξ ἁγίου πνεύματος συστῆναι), τῇ τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ.

    ἡ δ’ αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνημονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν, ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις·

    διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ’ Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν, οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδὲν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὑτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς.