Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Γνωστὴ δὲ φησὶν) ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ [*](5 Matth. 4, 11. 15 Matth. 27, 45. 17 Luc. 22, 54. 20 Marc. 14, 54. 21 Jo. 18, 18.)

v.3.p.397
τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.

καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο, καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.