Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισε δι’ ὧν ἔφησεν “οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν.” οἷς ἑξῆς ἐπιλέγει “καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.”

ἐν ποίοις δὲ ἔθνεσι κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσι ; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευόμενον.

οὐ γάρ φησιν ὁ λόγος τὸν κύριον κατὰ τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων; κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος. τὸ δὲ “καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ, ἐξ ἀνατολῶν” τί ἕτερον δηλοῖ ἢ κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοὐ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὅρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει;

ὡς γὰρ ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, καὶ ἦν ἀμπελὼν κυρίου Σαβαὼθ ἀλληγορικῶς ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιε- [*](24 Es. 5, 1.)

v.3.p.389
λαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει ‘καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων “ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος τὸ ὄνομά σου.”

ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον ποιήσαι σταφυλὴν ἐποίησεν ἀκάνθας, καὶ οὐ δικαιο- σύνην, ἀλλὰ κραυγὴν, εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ καθελὼν ὁ θεὸς τὸν φραγμὸν αὐτοῦ καὶ τὸν τοῖχον αὐτοῦ, παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς εἰς διαρπαγὴν καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστι ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ‟ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.”

τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλὴμ ‘ὡς ἀλώσεται ἡ πόλις, καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ’ αὐτὴν, καὶ διαμερισθήσεται τὰ σκῦλα αὐτῆς,” εἰκότως οὐκ ἐπὶ Ἱερουσαλὴμ τοὺς πόδας τοῦ κυρίου στήσεσθαί φησι.

πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει. τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προ- [*](2 Rom. 11, 24. 4 Jer. 11, 16. 5 Es. 5, 4. 15 Ps. 52, 8.)

v.3.p.390
λαβὼν θεωρεῖ.

λέγει δὴ οὖν ‟καὶ ἐξήγειρε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἶ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτοῖς ὑπεράνω αὐτῶν, καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὅρους ὃ ἦν ἀπέναντι τῆς πόλεως.

ὅπερ ἐστὶ καὶ ἄλλως πρὸς λέξιν ὁρᾶν πεπληρωμένον εἰσέτι καὶ σήμερον, τῶν εἰς Χριστὸν πεπιστευκότων ἁπάντων πανταχόθεν γῆς συντρεχόντων, οὐχ ὡς πάλαι τῆς κατὰ τὴν Ἱερουσαλὴμ ἀγλαίας ἕνεκα, οὐδ’ ὥστε προσκυνῆσαι ἐν τῷ πάλαι συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρημίας τῆς Ἱερουσαλὴμ, καὶ τῆς ἔπι τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα τὴν προτέραν πόλιν. ἔστησαν δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον καὶ ῥητὴν διήγησιν οἷ πόδες τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι’ οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ, εὐξαμένου τε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀχρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε τὴν εἰς πὐραωοὺς ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διδάσκει φάσκων ὅτι δὴ ἐν τῷ τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων ̔βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.”

καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆσι [*](1 Ez. 11, 22. 27 Act. 1, 9)

v.3.p.391
λευκαῖς 5 οἱ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.”

οἶς ἐπιφέρει λέγων ‘‘τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστι κατέναντι Ἱερουσαλὴμ.”

ἔστι μὲν οὖν καὶ πρὸς λέξιν κατέναντι Ἱερουσαλὴμ καὶ ἐξ ἀνατολῶν αὐτῆς τὸ δηλούμενον τῶν ἐλαιῶν ὄρος. πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία, καὶ τὸ ὄρος ἐφ’ ᾧ τεθεμελίωται, περὶ οὑ διδάσκει λέγων ὁ σωτὴρ ‟οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη,” ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον κατέναντί ἐστιν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐξ ἀνατολῶν αὐτῆς, προσλαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς, καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη, αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται ‟τοῖς τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”

Εἰ δὲ λέγοι τὸ ἑξῆς ὅτι “σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον,’ δύναται μὲν τὴν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου, αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους· οὐ μὴν ἀλλ’ ἔφθακε κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ [*](12 Matth. 5, 14. 21 Mal. 4, 2.)

v.3.p.392
ἄρκτον.