Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπλιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησι [*](17 Zach. 2, 10.)

v.3.p.383
“καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.”

ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιῶν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοὐ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, οὔσης ἐκείνης τῶν ἁγίων, κατὰ τὸν ἱερὸν ἀπόστολον.

ἢ καὶ ἄλλως θυγάτηρ Σιῶν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἂν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρὸς τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας, καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα “οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοιε τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησὶ “ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν;” καὶ πάλιν “κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς.”

εἰκότως δῆτα ὡς ἂν τὴν μητέρα ἀπαρνησαμένους τοῦ κυρίου τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ’ ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη.

  • Ἀπὸ τοῦ αὐτοῦ.
  • “Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω [*](14 Jer. 3, 4. 16 Es. 50, 1. 18 Os. 2, 2. 27 Zach. 14, 1.)

    v.3.p.384
    πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἶ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἶ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσι, καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

    καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν, καὶ σχισθήσεται τὸ ὅρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὅρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον 2 καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται ἔται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. καὶ παρέσται κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φᾶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.