Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διὸ παρὰ τοῖς ὁ λεγομένου μένου τοῦ “ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ” οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

τούτοις ὁ προφήτης ἐπιλέγει “ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ,” διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.

τὸ

v.3.p.379
γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει.” τὸ δὲ Θαιμάν μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν συντέλεια, ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο “ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει.” ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοὐ σωτῆρος ἡμῶν εὐεργεσία.

τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον.

διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον “ὁ θεὸς ἀπὸ νοτίου ἥξει.” τὸ δὲ ἑξῆς εἰρημένον “ καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου, δασέος, ” νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνὰς ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρὸν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τόν κατασκίων.”