Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὡσαύτως δὲ καὶ κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ’ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ὑφ’ οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”

δὲ μάλιστα ᾐκίζετο, καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας καθῄρει, ὅτι μὴ ἀρκεσθέντες τῇ τῶν λοιπῶν ἔθνῶν διαφθορᾷ, δι’ ἧς τοὺς πάντας εἰς τὴν πολύ- [*](7 Matth. 4, 8. Marc. 1, 13. 19 Luc. 12, 49. h. 8, 29. Marc. 1, 24.)

v.3.p.369
θέον πλάνην καταβεβλήκεσαν, καὶ τῷ πάλαι τοῦ θεοῦ λαὼ, αὐτῷ δὴ τῷ ἐκ περιτομῆς, ἐπιβεβουλεύκεσαν, καὶ ἀποστήσαντές γε τοῦ θεοῦ καὶ τοῦτον παντοίαις περιέπειραν δυσσεβείαις. διὸ καὶ μάλιστα τὴν ἐξ οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον.

ὅθεν ἑξῆς φησι ‟ διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” καὶ ἔτι πρὸς τούτοις ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυσσεβείας ἀπαριθμούμενος, καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πάσαν τὴν οἰκουμένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν. διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς.

καὶ τῶν γε λέξεων ἄκουε·

‟Δι’ ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώρ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ιερουσαλήμ ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς εἰς ἑ ίαν ἀμπελῶν ὃς, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.”

καὶ ἐπιλέγει ‘‘κατέβη παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἀρμάτων καὶ ἱππευόντων.”

καὶ αὖθις ‟ ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλὴμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. ἐμπλάτυνον τὴν χηρείαν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.” ἐπὶ Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλήμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.”

[*](6 Mic. 1, 5. 21 Mic. 1, 12. 23 Mic. 1, 15. 27 Mic. 3, 12.)
v.3.p.370