Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟ Ἀκούσατε λαοὶ πάντες καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἶ ἐν αὐτῇ. καὶ ἔσται κύριος ὁ θεὸς ἡμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἷ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.”
Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς, ἐκπορευόμενός τε ἐκ τοῦ τόπου αὐτοῦ, διὰ τῶν προκειμένων κηρύττεται. εἴη δ’ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γεννητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ’ αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν ‟ὁ θρόνος σου” φάσκων ‟ὁ θεὸς [*](10 Mic. 1 2. 28 Ps. 45, 6 et Ps. 110, 1.)
ταῦτα γὰρ σαφῶς πρότερον ἐπὶ μόνον ἀναφέρεσθαι τὸν ἡμέτερον σωτῆρα τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος ἐκπορεύεσθαι ἐκ τοὐ τόπου αὐτοῦ, καταβήσεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς.
ποῖα δ’ ἂν εἴη ταῦτα, ἢ ῥητῶς μὲν τὰ ὄρη τοῦ Ἰσραὴλ καὶ οἶ βουνοὶ, περὶ ὧν μυρίαι προφητεῖαι θεσπίζουσιν, αὐτή τε Ἱερουσαλὴμ, καὶ τὸ Σιῶν ὅρος, ἐν ᾧ τὰς πλείστας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπίζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ τὰ κατ’ αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν.
οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ’ αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων προεδρία, ὄρη νῦν τροπικῶς ὀνομαζόμενα, σαλευθήσεσθαι λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχε τίς οὐκ ἂν ὁμολογήσειε μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους, πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα, ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; κοιλάδες δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιῶν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαὶ, ἀποθρηνοῦσαιν καὶ ἀποκλαιόμεναι καὶ ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολὴν, βολὴν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρὰς καὶ πολυετοῦς δουλείας ἕνεκεν.
καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου ἐπίβασις, οὐκ ἐν
ὄρη δὲ σειόμενα ὑποκάτωθεν αὐτοῦ αὐτὰ δὴ ἐκεῖνα ἦν ἔνθα ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου ‘ὅτε καὶ παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ ἦν μετὰ τῶν θηρίων.”
ὄρη δ’ ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέ τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος αὐτοῦ λόγος, ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς, λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει.
ὡσαύτως δὲ καὶ κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ’ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ὑφ’ οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”