Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσι σοι. σοι.”

Κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον ἐκ σπέρματος Δαβὶδ υἱὸν ὀνομασθῆναι θεοῦ, θρόνον τε βασιλείας ἕξειν αἰώνιον.

ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ Δαβὶδ τοῦτον τὸν τρόπον “καὶ ἔσται, πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”

Τὰ δ’ αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται. ἐν δὲ Ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. κἀγὼ πρωτότοκον [*](5 3. Reg. 8, 27. 17 2. Reg. 7, 12. 27 Ps. 88, 26. 3. 36.)

v.3.p.365
θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

καὶ πάλιν ‟ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.’