Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ γὰρ τοῦ πατρὸς κύριος 5 οὐδὲ τοῦ πατρὸς θεὸς, ὁ θεὸς λόγος, ἀλλ’ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τόν δὲ μετ’ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχὴν καὶ εἰς ἴνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.

[*](1 Gen. 2, 18. 5 Gen. 1, 27. 10 Gen. 19, 23.)
v.3.p.323
  • Ἀπὸ τῆς αὐτῆς.
  • Ὡς ὁ αὐτὸς θεράπων τὸν θεὸν λόγον δηλοῖ δεύτερον θεὸν καὶ κύριον προωνομασμένον, ἐν ἀνθρώπου τε μορφὴ καὶ σχήματι ὦφθαί τε καὶ χρηματίσαι τοῖς παλαιοῖς ἱστορεῖ.

    “Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.” καὶ πάλιν ‟ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός. εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα.”