Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἴη δ’ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων ‟ ἐπειδὴ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν·’ κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’ αὐτοῦ ὀνόματι.

καὶ νῦν γάρ φησι ‘κύριος κύριος ἀπέσταλκέ με,” ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου αὐτοῦ τε τοῦ μονογενοῦς γενοῦς αὐτοῦ λόγου, καὶ τῶν μετ’ αὐτὸν γεννητῶν ἁπάντων, καθ’ ὧν δευτέρως τὴν Κυρείαν καὶ δεσποτείαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἶα γνήσιος υἱὸς καὶ μονογενὴς, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος.

  • Ἀπὸ τῆς Γενέσεως.
  • Ὡς καὶ ὁ μέγιστος τοῦ θεοῦ θεράπων Μώσης ἐν τῇ κοσμοποιία οἶδε πατέρα καὶ θεὸν τῶν ὅλων ἑτέρω κοινολογούμενον ἐπὶ τῇ τοῦ ἀνθρώπου δημιουργίᾳ· τὸν θεῖον δὲ λόγον τοῦτον εἶναι προμεμαθήκαμεν.