Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀντὶ δὲ τοῦ ‟ἐκοπίασεν Αἴγυπτος τὸ Ἑβραικὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ‘‘κόπος Αἰγύπτου” ἐκδεδώκασιν, ἔν ᾖ τὸ λεγόμενον τοιοῦτον “σοὶ προσκυνήσουσι, καί σοι ἔσονται δοῦλοι ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ·” δι’ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.
ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα.
καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.
Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα ταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ ὄα Ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι δι’ ὧν εἴρηται ‟ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ [*](30 Ps. 71, 9.)
Ὡς θεοῦ λόγον οὐσιώδη κατ’ ἐπικέλευσιν τοῦ πατρὸς ὁμοίως ἡμῖν οἶδε δημιουργὸν τῶν ἀπάντων ὁ Δαβίδ· Λαὶ ὡς τὸν αὐτὸν τοῦ θεοῦ λόγον ὁ αὐτὸς προφήτης ἐπὶ θεραπείᾳ τῶν ἀνθρώπων ἐκ τοῦ πατρὸς ἀπεστάλθαι μαρτυρεῖ· καὶ ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει.
‟ Τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις ἀυτῶν.
Καὶ ἐν ῥ’ δὲ καὶ ’ς Ψαλμῷ εἴρηται ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.” καὶ πάλιν ἐν ρμζ΄ ‟ ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.”
Ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας Ψαλμῷ φάσκοντι ‟τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ Χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.
καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς [*](12 Ps. 32. 15 Ps. 106, 20. 18 Ps. 147. 22 Jo. 1, 1.)