Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἀλλὰ γὰρ δι’ ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον εἶναι μεμαθηκότες ἐφ’ ἑτέραν τῆς κατὰ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες.
Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου 5 καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ’ αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γεννητῶν ἁπάντων, ἣν σοφίαν
v.3.p.350
θεοῦ πσωτότοκον, μονογενῆ τε νἱὸν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ’ οὐρανὸν στρατιῶν ἄρκοντα, καὶ τοῦ πατρὸς ὑρουσγὸν, ναὶ μὴν καὶ κὺριον τῶν ὄλων, καὶ θεοῦ λόγον καὶ θεοῦ σύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι, εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆον ἐπὶ τὶνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὄρε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπον μορφῇ καὶ σχήματιτοῖς ἀμφὶ τὸν Ἀβραάμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ’ ὀνόματος κυσίου καὶ θεοῦ πέφηνε τὰς ςἰς ἀνθρώρους ὀπτασίας πεποιημένος.