Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Πἀλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐκ αὐτὸς ὁ προσδια [*](8 Matth. 28, 20. 10 Matth. 18, 20. 23 Zach. 3, 1.)
v.3.p.347
λεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ’ ἑτέρου μνημονεύων κυρίου. δι’ ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων καὶ του μέτα ’τον πατέρα τὴν κάτα πάντων τῶν γεννητῶν Κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν.Ὡς ἄγγελον διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ κύριον ὁ παντοκράτωρ θεὸς ἀποκαλεῖ.
‟Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίνης ἥξει εἰς τὸν ναὸν κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;”