Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‘‘Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς." εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με. εἰ καὶ ὁ ἀποστέλλων κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με.
“ Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος.”
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα [*](4 Zach. 2, 10.)
ταύτ’ ἢν δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον, χαῖρε καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου. ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν· ὡς γοῦν καὶ ἐπήγγελται φήσας ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἴως τῆς συντελείας τοῦ αὐῦνος."
καὶ ‘‘ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν." ἐπειδὰν δὲ ἐγὼ, φησὶν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοὐ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί.
γνώσῃ δὲ ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος." τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι ;
Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν ἱερουσαλήμ."
Πἀλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐκ αὐτὸς ὁ προσδια [*](8 Matth. 28, 20. 10 Matth. 18, 20. 23 Zach. 3, 1.)
Ὡς ἄγγελον διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ κύριον ὁ παντοκράτωρ θεὸς ἀποκαλεῖ.
‟Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίνης ἥξει εἰς τὸν ναὸν κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;”