Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‘‘Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς." εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με. εἰ καὶ ὁ ἀποστέλλων κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με.
“ Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος.”
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα [*](4 Zach. 2, 10.)