Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"Ὅρασις Ἀβδίου. τάδε λέγει κύριος τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. κύριος ὁ θεὸς ἀκοὴν ἤκουσε παρὰ κυρίου. καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως.

[*](23 Obd. 1.)
v.3.p.345

  • Ἀπὸ τοῦ Ζαχαρίου.
  • Ως ὁ θεὸς λόγος κύριος ὢν πρὸς τοῦ μείζονος ἀπεστάλθαι ὁμολογεῖκυρίου.

    ‘‘Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς." εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με. εἰ καὶ ὁ ἀποστέλλων κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με.

    “ Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος.”