Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"οὑ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν ἱακὼβ,, ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν · ὀπίσω κυρίου πορεύσομαι.”

Ταῦτα καὶ διὰ τούτων ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ’ οὐ θεὸν εἶναι ὁμολογοῦντας, θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.

εἶτα θεὸν αὑτὸν εἰπὼν τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα αὑτοῦ δηλοῖ, ἐπιλέγων ὀπίσω κυρίου πορεύσομαι." τὸ δὲ “ οὐκ εἰσελεύσομαι εἰς πόλιν " ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησὶν “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ είσέλθητε.”

  • Ἀμώς. ὑοῦ Ἀμώς.
  • Περὶ τοῦ σωτῆρος ἡμῶν ὡς περὶ κυρίου, καὶ τοῦ πατρὸς ὡς περὶ θεοῦ, καὶ τῆς Ἰουσαίων ἔθνους καταστροφῆς.

    “ Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.”

    Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου.