Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς διὰ λαίλαπος καὶ νεφῶν χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ λέγων ‟ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.”
πῶς δ’ ἂν τὸν ἀνωτάτω θεὸν, τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐ- σίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον τὸν διαφόρως ἀποδεικνύμενον κύριον εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστι καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι’ ὧν αὖθις ὁ κύριος πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὧς περὶ δράκοντος διιὼν ἐπεχείρει ‟οὐ ὅτι ἡτοίμασταί μοι;”
δράκοντα γὰρ ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὁ καὶ αὐτὸς παρίστησι φήσας ‟ἦλθες δ’ ἐπὶ πηγὴν θαλάσσης, δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ Ἅιδου ἰδόντες σε ἔπτηξαν.”
ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται,
Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός.
“ Ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”