Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο [*](8 Jos. 5, 13. 20 Ex. 3, 4.)
ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς, καὶ Χριστὸς ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυὶ φανεὶς ἐν ἀνθρώπου εἴδει γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαξόμενος, τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.
ἐπεὶ δὲ ὁ τοῦ Μώσεως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλε παρατάττεσθαι τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσι καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνὺς ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ ἐνθέῳ δυνάμει τοὺς ἀσεβεῖς μετιέναι ἔμελλε, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ ἀρχιστράτηγον κυρίου ἑαυτὸν ἀνηγόρευσεν.
[*](4 Dan, 7, 10.)Ως ὁμοίως τοῖς πατράσι καὶ τῷ Ἰὼβ αὐτὸς ὁ δημιουργὸς τῶν ὅλων θεὸς λόγος ἔχρησέ τε καὶ ὀφθαλμοῖς ἑωρᾶσθαι λέγεται.
' Εἶπε δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν, ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας. " καὶ ἐξῆς ‘‘ὅτε ἐγενήθησαν, φησὶν, ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις."
καὶ ἑξῆς "ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωι·νόν; ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν;"