Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχὼ,κ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἷ, ἢ τῶν ὑπευναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῇ ἁγία ἐστίν.”

Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφὴ ‟ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωσῆ Μωσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν δῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτοῦ γῆ ἁγία ἐστίν.”

Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο [*](8 Jos. 5, 13. 20 Ex. 3, 4.)

v.3.p.339
σμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ “χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυρι- άδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,” ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.