Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων ’ κύριε ὁ θεὸς οὐκτίρμων καὶ ἐλεήμων" καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν τὸν κύριον ταῦτα εἰρηκέναι, ἀλλ’ οὐκ αὐτὸν, ἐν οἷς "καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἴως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν."

ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον έλεον ἐπειπὼν προστίθησι λέγων αὐτὸν καὶ ἀληθινὸν, συμφώνως τῷ ‘‘ἔνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν, ἐν εὐαγγελίοις ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν είρημένῳ." μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγεννήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἶ θεῖοι λόγοι παιδεύουσιν.

[*](20 Jo. 17, 3.)
v.3.p.337
  • Ἀπὸ τῶν Ἀριθμῶν.
  • Ως τὸν θεὸν τῷ Ἰσραὴλ ὁρατὸν εἷναι ἡ θεία διδάσκει γραφὴ, τὸν τοῦ θεοῦ λόγον αἰνιττομένη.

    Ἐν τοῖς Ἀριθμοῖς ὁ Μώσης εὐχόμενός φησιν ‘‘ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάνῃ σὺ κύριε·’ ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ κύριε.” ὁ δὲ Σύμμαχος ‘‘ὅτι σὺ εἶ κύριε.”