Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Εἶπε κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σαυτῷ καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ.” καὶ ἐν ἑτέρῳ τόπῳ ‟εἶπε [*](2 Num. 12, 5. 3 Exod. 33, 9. 25 Ex. 23, 20.)
καὶ ἑξῆς “καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου.” αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος.
‟Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.” καὶ ἑξῆς ‟ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής.”
καὶ ‘οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.” κἀνταῦθα αὐτὸς ὁ κύριος ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει. εἰπὼν γοῦν ‘‘ἐγώ εἰμι κύριος ὁ θεός σου” ἐπιλέγει “οὐ λήψῃ ὄνομα κυρίου τοῦ θεοῦ σου,” περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.
εὕροις δ’ ἂν καὶ ἄλλα μυρία δι’ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι’ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμους ἐποιεῖτο.
[*](10 Ex. 20, 2.)‟Καὶ εἶπε κύριος πρὸς Μωσῆν, καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπε Μωσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟καὶ κατέβη ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθε κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μώσης κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.”
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι κυρίου, ἕτερον παρ’ ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μώσης, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ, προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου.”
τοῦτο γοῦν εἰρηκότος ἐξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς “καὶ κατέβη κύριος [*](1 Ex. 33, 17. 8 Ex. 34, 5.)π
καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων ’ κύριε ὁ θεὸς οὐκτίρμων καὶ ἐλεήμων" καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν τὸν κύριον ταῦτα εἰρηκέναι, ἀλλ’ οὐκ αὐτὸν, ἐν οἷς "καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἴως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν."