Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Εἶπε κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σαυτῷ καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ.” καὶ ἐν ἑτέρῳ τόπῳ ‟εἶπε [*](2 Num. 12, 5. 3 Exod. 33, 9. 25 Ex. 23, 20.)

v.3.p.334
πρὸς Μωσῆν, βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου.” καὶ πάλιν ‟καὶ εἶπε πρὸς Μωσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός.”

καὶ ἑξῆς “καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου.” αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος.

  • Ἀπὸ τῆς Δεκαλόγου.
  • ‟Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.” καὶ ἑξῆς ‟ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής.”

    καὶ ‘οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.” κἀνταῦθα αὐτὸς ὁ κύριος ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει. εἰπὼν γοῦν ‘‘ἐγώ εἰμι κύριος ὁ θεός σου” ἐπιλέγει “οὐ λήψῃ ὄνομα κυρίου τοῦ θεοῦ σου,” περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.