Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὠσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἠσαίου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλη- σίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου, ὡς ἂν δι’ ὀργάνου, θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει.

ὧν γένοιτο ἂν ὁ νοῦς τοιόσδε, σοὶ μὲν, (h προφῆτα, ὡς ἂν εἰσαγο- μένω καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι ἐγώ εἰμι ὁ ὢν, καὶ ὅτι τὸ ὄνομά μού ἐστι κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δ’ ἦν ὁ τοῖς πατράσιν ὀφθεὶς, καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον ἄγγελον θεοῦ ὠνομάσθαι ἐπεδείκνυμεν.