Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγέννητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς, ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακῶβ, δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπε γοῦν ὁ θεὸς αὐτῶ ‘‘ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοί.” τίς δ’ ἦν ὁ ὦφθαι αὐτῷ ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες.
Ὡς ὁ ἐπὶ πάντων θεὸς, αὐτὸς ὢν ὁ δι’ ἀγγέλου τῷ Μωσεῖ χρηματίζων, ὦφθαι τοῖς πατράσιν, οὐκέτι δι’ ἀγγέλου, διὰ δὲ τοῦ υἱοῦ διδάσκει.
“ Καὶ Μώσης ἦν ποιμαίνων τὰ πρόβατα τοῦ γαμβροῦ αὐτοῦ, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου.” καὶ μεθ’ ἕτερα ‟ὡς [*](3 Gen. 35, 1. 26 Ex, 3, 1.)
καὶ αὖθις ‘‘ἐλάλησε κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτὸν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα- κὼβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς.”
Ὠσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἠσαίου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλη- σίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου, ὡς ἂν δι’ ὀργάνου, θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει.