Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ’ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ [*](9 Ex. 14, 19.)

v.3.p.330
πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον.

‟Εἶπε δὲ ὁ θεὸς Ἰακὼβ, εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ θεῷ, τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὑτοῦ καὶ πᾶσι τοῖς μεθ’ τοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ῾ μέρα θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.”