Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι’ ὧν φησιν ‟ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν.”

Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς “ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,” δι’ ὅλης δὲ τῆς ἐρήμου ἐν διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων.