Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγὴ σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ’ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ πατρὶ, ἀλλ’ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος, ἥ τε εὐωδία ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καὶ οὐ καθ’ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει.

οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτὴρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἤ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ πατρὶ, ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ

v.3.p.300
γεννητὸς, καὶ ὁ μὲν πατὴρ, ὁ δὲ υἱός. προυπάρχειν δὲ καὶ προυφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν.

εἴη δ’ ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἀΰλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ’ οὐχ οἵα τις πάλιν ἡ παρ’ ἡμῖν εἰκὼν, ἕτερον μὲν ἔχουσα τὸ κατ’ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ’ ὅλον αὐτὸ εἶδος ὢν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος, οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως.

ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶ περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς, καὶ λογισμοῖς σμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιώσδε καὶ τὰ λόγια παιδεύει.

ἢ οὐχὶ καὶ Χριστοῦ εὐωδίαν αὐτὸς ἑαυτὸν καὶ τοὺς αὑτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν, διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχὴν, μύρον τε ἐκκενωθὲν ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται; διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα, σώματά τε καὶ ἀσώματα, λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφε κοινωνίας.

ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ [*](19 Cant. 1, 2.)

v.3.p.301
κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ῾ ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.”

Πλὴν ἀλλὰ ταῦτα ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι’ οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν ‟οὐδεὶς ἔγνω φησὶ) τὸν πατέρα εἰ μὴ ὁ υἱός.”

ᾧ καὶ ἐπιλέγει ‟καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.” ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσι πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσι τῆς Σοφίας ἀκουστέον λεγούσης ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.”

ἔτι δέ φησι συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· ‟ἡνίκα γοῦν ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.” καὶ τὸ [*](6 Sap. 7, 25. 14 Es. 53, 8. 19 Matth. 11, 27. 28 Prov. 8, 25. 28 Prov. 8, 27.)

v.3.p.302
ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει ‟ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ἑ προσέχαιρε, καθ’ ἡμέραν δὲ προσώπῳ αὐτοῦ προσέχαιρον.”

καὶ ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνοὺς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως ἐκ μέρους τὸ πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι ‟Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.” κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε . . . . .

* * * * * * * * * * * * * * * * * * * * ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ’ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ. εἶτ’ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ’ ἀνθρώπων μὲν, ὑπ’ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησὶν ‟ ὦ θεὲ, (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου·”

ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέ σε ἔλαιον ἄγαλ- [*](14 1 Cor. 1, 24. 17 θεωρίας τε] Post haec in cod. Parisino scriptum ἐλλείπει πολλά. 27 Ps. 44, 7.)

v.3.p.303
λιάσεως παρὰ τοὺς μετόχους σου. ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδὲ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ καὶ φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον ἦν τοὺς παλαιοὺς Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι.

ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος, μὴ δι’ ἀνθρώπων, μηδ’ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος.

διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους, Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἶ οἷοί τε λέγειν ‘‘μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ; περὶ ὧν εἴρηται ‟μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι’ ἢν αἰτίαν, καθ’ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι’ ὁπλιτικῆς παρατάξεως, ἀλλ’ ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς.

ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ’ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς [*](14 Heb. 3, 14. 15 Ps. 104, 15.)

v.3.p.304
ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα, οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ’ ὃ δὴ καὶ διὰ Ἠσαίου φησὶ ‟πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.”

ὅθεν καὶ μᾶλλον ἀπάντων τῶν πώποτε παρ’ Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσι βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐταρκῶς ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν.

τούτου δὲ ἐν τοῖς χείλεσι καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσι παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι, καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι.

πρόδηλοι δὲ καὶ οἶ ἐχθροὶ, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τόν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται.

τὰ δὲ ἐξῆς ἐν τῷ Ψαλμῷ “σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου,” τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης, καὶ τῷ [*](6 Es. 61, 1.)

v.3.p.305
προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης, κόριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ’ ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.