Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειτ- τόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέ- ἄσιν ἐπὶ πὰν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κα- κατέσπα ψυχὰς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι’ ἐντἐ- ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.

ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχε, καὶ ἠφάνιζε τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπεί- λεῖ’ εἰπὼν ’^a(pslc5 ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας ^ καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσ- σιάν.”

ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατε- κράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάτ- τοντο· καὶ δῆτα δυνάμεσι χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπι-

v.3.p.229
δεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥᾳστώνῃ πλείονι διαπράττεσθαι.

ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ’ ἐπὶ τοῖς κατ’ οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι ‟ἐματατώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ έν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”

ὅτι δὲ κατὰ τὸ παλαίτατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾿ ἂν ἀπόδειξις ἡ τόν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τοὐτοις, οἱ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἒθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.