Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο

ἀγεννήτου τοιγαροῦν καὶ ἀιδίου φωτὸς ὄντος ἑνὸς, πῶς ἂν γένοιτο ἄλλο οἷά τις εἰκὼν, οὐχὶ δὲ καὶ αὐγὴ οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς [*](6 Heb. 1, 3.)

v.3.p.215
τῷ πρωτοτύπῳ σώζουσα; πῶς δ’ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκὼν, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα ; ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ^ ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ’ ἑνὸς εἶναι τοῦ ἀι·δίου φωτὸς ἕν τὸ τέλειον, ἀλλ’ οὐ διά- φορα καὶ πολλὰ τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρ- χον καὶ ἀγέννητον οὐσίαν θεολογούμενον τέλειον ἀγα- θόν.

ἔνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προῖ·ού- σὴς οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεὸς, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστηΓ,αμένου, μίαν ταύτην, ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.

τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ πα- ρεισακτέον. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρι- νής.

ἐξ εὐώδους μὲν γὰρ σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκεί- μένον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται, καὶ πλη- ροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μειῶσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προυποκειμένου.

τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μέ- νοντος καὶ τὴν ταὐτότητα πρὸς ἑαυτὸ σώζοντος, τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέ- προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεν-

v.3.p.216
νήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται· πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.

τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἶον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητὸν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ’ ἐξ ἀγεννήτου πατρὸς, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, 5 ἐξ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. “τὴν γενεὰν γὰρ αὐτοῦ” φησὶ “τίς διηγήσεται;” καὶ “ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, οὕτω καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.”

Πλὴν ἀλλ’ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γεννητῶν ἁπάντων δημιουργίας προυφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἔνα, ὥσπερ τι ἕν καὶ μέγα σῶμα ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, ** οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην, κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ) ἡγουμένην δὲ καὶ προυπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν [*](16 Es. 53, 8. V. Matth. 11, 27.)

v.3.p.217
τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.