Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεὶν δυνατὸν, μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα ; πὰν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς, ἀρρήτου φωτὸς
v.3.p.214
ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ’ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἶόν τε· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.διὸ εἴρηται “ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκε· καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ’ ἑαυτὸν οὐσιωμένος.