Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μέ- νοντος καὶ τὴν ταὐτότητα πρὸς ἑαυτὸ σώζοντος, τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέ- προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεν-

v.3.p.216
νήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται· πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.

τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἶον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητὸν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ’ ἐξ ἀγεννήτου πατρὸς, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, 5 ἐξ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. “τὴν γενεὰν γὰρ αὐτοῦ” φησὶ “τίς διηγήσεται;” καὶ “ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, οὕτω καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.”