Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοσαῦτα δι’ ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ’ ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ’ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδ΄ Ψαλμῷ ἐπιγεγραμμένῳ “ὑπὲρ τοῦ ἀγαπητοῦ” φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα μεθ’ ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἶς ὢν καὶ αὐτὸς ὁ δημούμενος θεὸς εἶναι λέγεται, ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν. καὶ τούτου χάριν ὑφ’ ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως.

ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ [*](7 Es. 1, 11. 17 Ps. 45, 6.)

v.3.p.273
καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε ‟ πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.”

Ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ. ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται.

τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτὲ λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα.

γέγραπται γὰρ ὡς ἄρα ‟ ἀναγνοὺς καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”

ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μώσεως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ ‟ ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει” δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἂλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα δια- [*](4 Es. 6, 1. 17 Luc. 4, 20.)

v.3.p.274
γράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.

τοῦτο δὲ παρίστησι καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μώσεως νόμων τὸ ‘‘οἔτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων.’ καὶ πάλιν σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν.” καὶ πάλιν ‘μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.”

εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι, εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ’ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει ‘‘κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” καὶ ‟ κατακυρίευε κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”

καὶ ‟ ἐκ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.” καὶ ‟ ὢμοσε κίριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” δι’ ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται.

ὁ δὲ Μωσέως Χριστὸς, οἶον ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως, οὐδ’ ἐλαίου σκευαστοῦ καὶ [*](4 Heb. 8, 5. 10, 1. 6 Col. 2, 17.)

v.3.p.275
γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησε, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος.

ὁ δὲ Μώσεως οὐδ’ ὅ τι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μώσεως γραφῆς· καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶ καὶ ταῖς δι’ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ. Μώσεως αὐτὸν κεχρικότος.

ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος.

καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ’ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων ‟ μύρον ἐκκενωθὲν ὄνομά σου.

καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἣν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.

ποῖον δὲ ἂν· γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ Χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ’ ἂν γένοιτο οὔτ’ ἂν ὀνομασθείη Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ [*](19 Cant. Cant. 1, 2.)

v.3.p.276
τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.

Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὑτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γὰρ ‟ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μώσης κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασε Μώσης τὸν Ναυσὴν υἱὸν Ναυῆ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς.”

ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ’ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας εἰσάγει τὸν Ἀβραὰμ ἔπαθλον ἐπ’ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τι ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.

οὕτω δὲ καὶ τὴν Σαρὰν Σάρραν ἐπονομάσας, καὶ γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.

ἀλλ’ ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον πνεῦμα καλεῖ· οὐκ

v.3.p.277
ἄλλως αὐτὸν καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελιυτὴν, * * τῆς πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης, καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.