Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων, τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων, καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.

ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσι μίγνυσθαι, ἀγχόνῃ τε περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκρούς.

τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;

καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρε- [*](6 Es. 14, 14.)

v.3.p.231
σκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦ τ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλητένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτὴρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μώσεως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.

λέγει δ’ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μώσεως ‟κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήοετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε, τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξετε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.

Εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει ‟μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις. ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ’ αὐτῆς.”

καὶ πάλιν φησὶν ‟ ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ [*](14 Levit. 18, 2. 23 Levit. 18, 24. 28 Deut. 18, 9.)

v.3.p.232
εὐρεθήσεται ἐν σοὶ καθαίρων τὸν οἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὑτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μώσεως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα, διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.

ὡς δὲ τοῦ χρόνου προιόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἐβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν [*](26 Ps. 2, 7.)

v.3.p.233
Ἰσραὴλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσι τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος.

ὃ καὶ σαφῶς ἐκήρυττε λέγων ‟ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.’ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.