Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμ- ματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ’ αὐτὸν μυστικωτέρας θεολογίας.
ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀïδίου, μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων, πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πὴ μὲν ὁμοίως ἡμῖν ταῖς παρ’ αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσι, πῆ δὲ μακρὰν ἀποπίπτουσι, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ’ οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.
οἶ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ’ ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δ’ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσί τε καὶ διδασκαλίαις πειθόμενοι ἰδεῖν εὐχό- μέθᾳ. διττοῦ δ’ ὄντος τοῦ κατ’ αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων
βουληθεὶς γὰρ ὁ θεὸς, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγὴ, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνοὺς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄϋλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῆ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους· μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια·) προλαβὼν τὸ μέλλον, οἷα θεὸς, τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἴνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα·
παρ’ ὧν δὴ μαθεῖν ἔνεστιν ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχὴ, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθὸν, τὸ πάντων αἴτιον, τὸ ποιητικὸν, τὸ εὐεργετικὸν, τὸ προνοητικὸν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς, ἐξ οὗ τὰ πάντα, δι’ ὃν τὰ πάντα ἐστίν· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.
ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἂν τὸ μόνον τῆς τῶν [*](29 V. Rom. 11, 36. Act. 17, 28.)
θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεως τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φά- ’ναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ’ ἂν αἴτιον; πάν δὲ ὅ τι ποτε καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος “ἐγώ εἰμι ὁ ὢν,” τὸ εἶναι λαβὸν ἔχει·
ὅτι δὴ μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὑτοῦ κεχαρισμένος.
Καὶ δὴ τῶν ὄντων ἀπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι’ ὅλου νοερὰν καὶ λογικὴν καὶ πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτολόγον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτάκαλον καὶ αὐτοόγαθον ἐπινοεῖν ἐν γεννητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούρηγμα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα τὸ εἶναι δι’ αὐτοῦ λαβόντων [*](15 Exod. 3, 14.)
ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογουντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι’ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἔνα ὥσπερ δι’ ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέ τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει, ἐνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ’ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ, συναγόμενά τε καὶ συνδούμενα.
῾Ενὸς δὲ ὄντος τοῦ πατρὸς ἔνα χρὴ καὶ τὸν υἱὸν, ἀλλ’ οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν θεὸν ἐκ θεοῦ, ἀλλ’ οὐ πλείους. ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. διὸ δὴ εἷς θεὸς ἑνὸς υἱοῦ τελείου καὶ μονογενοῦς, ἀλλ’ οὐ πλειόνων θεῶν οὐδ’ υἱῶν πατὴρ,
ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐτὴν πᾶσα ἀνάγκη τίθεσθαι.
τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεὶν δυνατὸν, μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα ; πὰν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς, ἀρρήτου φωτὸς
διὸ εἴρηται “ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκε· καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ’ ἑαυτὸν οὐσιωμένος.
καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτὶ, συμπληρωτική τις οὖσα αὐτοῦ· ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς·) ὁμοῦ τε καὶ καθ’ αὑτὸ συνυφέστηκεν ὁ δὲ πατὴρ προυπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προὐφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν.
καὶ ὁ μὲν καθ’ ἑαυτὸν τέλειος καὶ πρῶτος, ὡς πατὴρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δὲ, ὡς ἐξ αἰτίου γεγονὼς υἱὸς, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς.
καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο
ἀγεννήτου τοιγαροῦν καὶ ἀιδίου φωτὸς ὄντος ἑνὸς, πῶς ἂν γένοιτο ἄλλο οἷά τις εἰκὼν, οὐχὶ δὲ καὶ αὐγὴ οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς [*](6 Heb. 1, 3.)
ἔνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προῖ·ού- σὴς οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεὸς, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστηΓ,αμένου, μίαν ταύτην, ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.
τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ πα- ρεισακτέον. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρι- νής.