Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐξέπληττον γὰρ, ὡς εἰκὸς, διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ’ οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν τίς ποτ’ ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ’ αὐτῶν διδασκαλίαν.
οὐ γὰρ τοῖς λόγοις πεισθέντες, ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς [*](5 Matth. 28, 19. 9 Ib. 20. 10, 8.)
καὶ δὴ οὕτω διακειμένοις πάνθ’ ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ’ ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δέ αὐτῆς δ’ ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες.
εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα, ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις;
τοῦτ’ ἦν ἄρα καὶ οὐδὲν ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασι τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἶ τοῦ Ἰησοῦ μαθηταὶ, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεδτήσαντο διδασκαλεῖα.
καίτοι τίς οὐκ ἂν θαυμάσειε πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθεὶς ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ’ ἄλλοτε ὑπὸ μίαν τὴν ῾Ρωμαίων γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ’ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων.
ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ ῾Ρωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶτον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ᾿ ὂν Κλεοπάτρας [*](3 Act. 14, 12.)
ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὠσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βιθυνῶν, καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν ῥωμαίων ἁρχὴν ἁπάντων.