Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατόρθωσιν ἐν τῷ ὀνόματί μου· οὐ γὰρ δὴ ἀπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς ἐν τῷ ὀνόματι αὐτοῦ.
ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν ὡς φάναι τὸν ἀπόστολον “ὅτι δὴ ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα 5 ἔνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθοωίων”, εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν ‘‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.’
εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον, εἰπών ‟δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν.’ ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἶ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι συλλογιζομένῳ [*](16 Phil. 2, 9. 23 Matth. 24, 14.)
προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷνεύματικατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκή- ρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσι, καὶ βάρβα- ροι καὶ Ἕλληνες τὰς περὶ τοὐ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.
καί- τοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτ’ ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας, κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐ- τοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους ; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων;ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;
ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυ- χοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λό- γοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγὼν, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου ;
εἰ μὲν γὰρ τοὐ- ’τον ἐπικρυψάμενοι, καὶ μὴ ὁμολογοῦντες εἰς πάντας οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον, (λέγω δὲ τὰς θαυμα- τουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φι- λοσόφους διδασκαλίας αὐτοῦ) οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέ- σθαι τοὺς ἀκούοντας ξενοφωνουμένους ^ καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν ’ πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγε-
νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι, καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον, διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἶα θεόν· τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν 5 τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;
τίς δ’ οὕτως ἠλίθιος ὑπῆρχεν ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.
ἐγὼ μὲν οὖν ἐξετάζων παρ’ ἐμαυτῷ φιλαλήθως τὸν λόγον οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν, οὐδ’ ἀξιόπιστον, ἀλλ’ οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἔνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι εὑρίσκω.
ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ’ ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ’ αὐτῆς λέγω τῆς ῾Ρωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ’ ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσι, πάλιν
τοῦτο δ’ οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι’ ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. φησὶ γοῦν αὐτοῖς καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” ἀλλὰ καὶ πνεύματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας ‟λάβετε πνεῦμα ἅγιον,” τοτὲ θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.”
συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι’ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πραξέων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱδτοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι’ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι.