Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάλιν Μώσης ἐκ πικρᾶς τῆς ὑπ’ Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο· καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρίας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.

πάλιν Μώσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ μακαριστὸν τοῖς τῶν νόμων φύλαξιν ἐπηγγείλατο· ὧσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς, μακάριοι, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, πολὺ κρείττονα γῆν ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν [*](12 Ps. 9, 20.)

v.3.p.142
ἐπὶ τῆς Ἰουδαίας, ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ’ οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς ὑποσχόμενος τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε.

καὶ ἄλλας δὲ πράξεις εὕροις ἂν ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μώσης διεπράξατο,

οἷον, ὡς ἐπὶ παραδείγματος, Μώσης ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα “καὶ ἦν ἐκεῖ; Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν.”

Ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν ‘καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις.” καὶ πάλιν Μώσης ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ’ οὖν ἡ γραφή “ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ.”

καὶ μετ’ ὀλίγα “ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.”. καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς “ τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε ;”

[*](11 Exod. 34, 28. 15 Luc. 4, 1. 19 Exod. 16, 4. 24 Matth. 16, 8.)
v.3.p.143

Πάλιν Μώσης διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησεν· λέγει δ’ οὖν ἡ γραφὴ “ἐξέτεινε Μώσης τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηρὰν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἶ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρὸν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων.”

Ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ’ αὐτῆς ἐποίησε. γέγραπται δ’ οὖν ‘‘τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν.”

καὶ μετ’ ὀλίγα “ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα.”

Πάλιν Μώσης ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ’ οὖν ἡ γραφή “ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ. καὶ ἐπιφέρει “ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.”

Ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. πάλιν Μώσεως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. γέγραπται δ’ οὖν “καταβαίνων δ’ αὐτὸς ἐκ τοῦ ὄρους [*](2 Exod. 14, 21. 12 Matth. 14, 25. 24 Matth. 8, 26. 29 Exod. 34, 29.)

v.3.p.144
Μώσης οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἶ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ.”

Ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. πάλιν Μώσης λεπρὸν ἐκαθάρισε. γέγραπται δ’ οὖν “καὶ ἰδοὺ Μαρὶα λεπρῶσα ὡσεὶ χιών.”

καὶ μετ’ ὀλίγα “καὶ ἐβόησε Μώσης πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι ἀυτὴν.”

Ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.

Καὶ ἐν τῇ Ἐξόδῳ “εἷπον οὖν οἶ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο.” ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν “εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια.”

Ἐφ᾿ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν, ὡσαύτως δὲ καὶ ὁ σωτὴρ, τὸν Σί- [*](7 Matth. 17, 2. 12 Num. 12, 10. 17 Matth. 8, 2. 20 Exod. 31, 18. 24 Exod. 8, 19. 27 Matth. 12, 27.)

v.3.p.145
μώνα Πέτρον. καὶ πάλιν, Μώσης κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ’ οὖν ἡ γραφὴ “συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ’ αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.”

25, Ὡσαύτως δὲ καὶ ὁ σωτὴρ ἀνέδειξεν αὐτοῦ μαθητὰς ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ. καὶ πάλιν Μώσης δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. πάλιν Μώσης νομοθετεῖ λέγων “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.”

Ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει· ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ’ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοὐ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάιτει. ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.