Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἱ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἑ ’ξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς, “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος “ ‘Ησαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
οἷς αὖθις προστίθησι λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν [*](17 Rom. 9, 29. 21 Rom. 9, 27. 28 Rom. 11, 1.)
Ὅτι δ’ οὐκ εἰς ἄλλον καιρὸν, ἀλλ’ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν- τείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος μετὰ τὸ φάναι “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν,” τὸν πάντα τῶν Ἰουδαίων λαὸν λαὸν Γομόρρας ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει.
λέγει δ’ οὖν ‘‘ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας, τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;” καὶ τὰ ἐξῆς, ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου λέγων ‘λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· καὶ τὰ ἐξῆς.
ἄρχοντας δὲ Σοδόμων, καὶ λαὸν Γομόρ- [*](22 Es. 1, 10. 27 Es. 1, 16.)
καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν·
σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς, τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα.
“Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.”
Καὶ τί δ’ ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπὼν πάντες οἱ γραφέντες εἰς Ἰερουσαλὴμ καὶ οἶ κληθέντες ἅγιοι.” τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται.
ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, [*](2 Es. 1, 15. 3 Es. 3, 9. 13 Es. 4, 2.)
Περιγράψας δὲ ἐνταῦθα τὴν κατ’ αὐτῶν πρόρρησιν ὑποστολῆ̣ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν Αμὼς, τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ιερουσαλὴμ, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλήμ. ἴσως τις ὑπο- λήψεται λήψεται περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.
ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἰερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὸ πᾶσι σωτήριον κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὅρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.
λέγει δ’ οὖν μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυ- [*](3 Es. 1, 30. 12 Es. 2, 1. 30 Es. 2, 2.)
Καὶ περὶ μὲν τῶν ἐθνῶν ἀπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἐξῆς οἷα ἐπιλέγει ἄκουε ‘ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.
ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτόν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,” καὶ τὰ ἐξῆς τούτων ὄντα ὄντα πλείω, οἷς ἐπιφέρει “καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄυθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου δόξης αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
Δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους.
περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·”
μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπε-
καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.