Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

  • κθ΄. ᾿Απὸ τοῦ Μαλαχίου.
  • Παραίτησις τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς κατὰ τόν Μώσεως νόμον σωματικῆς αὐτῶν θρησκείας ἄρνησις, τῆς διὰ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι παραδοθείσης πνευματικῆς λατρείας.

    ‟Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.”

  • λ΄. ᾿Απὸ τοῦ Ἡσαίου.
  • Tοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσις λόγου τε θεοῦ, καὶ νόμου καινοῦ, οἴκου τε αὐτοῦ φανέρωσις, καὶ τῶν ἐθνῶν ἁπάντων εὐσεβείας δήλωσις.