Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ’ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους [*](11 Es. 55, 3.)
Δήλωσις ἀρνήσεως τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς ἀντ’ αὐτῶν εἰσποιήσεως τῶν ἐθνῶν.
‟Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῆ̣, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ’ ὑμὰς σκοποῦς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἥκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς.”
Τῆς τῶν ἐθνῶν εὐσεβείας δήλωσις καὶ τῆς τοῦ Ἰουδαίων ἔθνους δυσσεβείας κατηγορία. πρόρρησις δὲ τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μετελθόντων αὐτοὺς κακῶν.
‟Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἶ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια· εἰ ποιήσει ἑαυτῶ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί.
διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται [*](9 Jer. 6, 16. 21 Jer. 16, 19.)
καὶ κατασουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾑ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”
Τὰ περὶ τῆς εἰς πάντα τὰ ἔθνη διασπορᾶς τοῦ Ἰουδαίων ἔθνους, καὶ περὶ τῆς ἀνανεώσεως τῆς Χριστοῦ παρουσίας καὶ βασιλείας, καὶ τῆς ἐπ’ αὐτῇ γεγενημένης τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως.
‟Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἶ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,
καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ ἃ ἐπικέληται τὸ ὄνομά μου ἐπ’ αὐτὰ, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα.” [*](17 Amos 9, 9.)
Κατηγορία τῶν ἀρχῶν τῶν τοῦ Ἰουδαίων ἔθνους, καὶ δήλωσις Κατηγορία τῆς μητροπόλεως αὐτῶν, ἐπιφάνειά τε Χριστοῦ καὶ οἴκου θεοῦ τῆς ἐκκλησίας αὐτοῦ, λόγου τε καὶ νόμου πρόσοδος, καὶ τῶν ἐθνῶν ἁπάντων δήλωσις.
7, ‟Ἀκούσατε δὴ ταῦταοἱ ἡγούμενοι οῖκου|Ἱακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἶ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἶ προφῆται αὑτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ’ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμὰς κακά.
διὰ τοῦτο δι’ ὑμὰς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων· καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶ- μεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ, ὅτι ἐκ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.”
Δήλωσις περὶ χριστοῦ παρουσίας, καὶ τῆς τῶν Ἰουδαίων πολεμικῆς παρασκευῆς ὄλεθρος, ἐθνῶν τε εἰρήνη καὶ βασιλεία κυρίου μέχρι τῶν περάτων τῆς οἰκουμένης.
‟Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγαιερ Ἱερουσαλῂμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί [*](6 Mic. 8, 9. 30 Zach. 9, 9.)
‟Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.”
Tοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσις λόγου τε θεοῦ, καὶ νόμου καινοῦ, οἴκου τε αὐτοῦ φανέρωσις, καὶ τῶν ἐθνῶν ἁπάντων εὐσεβείας δήλωσις.
‟Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμἐνη.” καὶ ἑξῆς ἐπιλέγει ῾πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;”
καὶ ἐπὶ τούτοις ‟ἔσονται γὰρ ὡς τερέβινθος τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ [*](11. Mal. 1. 10. 23 Es. 1, 8. 21. 30.)
τούτοις ἅπασιν ἐπιλέγει καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῆ̣. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, ’μὸς, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ μέσον τῶν ἐθνῶν.”
Καθαίρεσις τῆς δόξης τοῦ Ἰουδαίων λαοῦ, καὶ ἡ τῶν ἐθνῶν ἄπο τῆς εἰδωλολατρίας ἐπιστρόφη πρὸς ’τον τῶν ὀλῶν θέον τά τε περὶ τῆς ἐρημίας τῶν Ἰουδαικῶν πόλεων, καὶ περὶ τῆς εἰς τὸν θεὸν ἀπιστίας αὐτῶν.
‟Τάδε λέγει κύριος Σαβαὼθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.
τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνη πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἶ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέδψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἶ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ [*](4 Es. 2, 2. 19 Es. 17, 5.)
καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ.”
Δήλωσις καθαιρέσεως τῶν Ἰουδαικῶν πόλεων καὶ τῆς τῶν ἐθνῶν κατὰ θεὸν εὐφροσύνης.
“Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βου- Λὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σὲ ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογή- σουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη.
καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται εὐφροσύνην, πίονται οἶνον, χρί- σονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν, ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη· κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πὰν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.”
[*](13 Es. 25, 1.)Ἀγάθων ἐπαγγελία τῇ πάλαι ἐρήμῳ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τοῦ τε Ἰουδαίων ἔθνους ἀπόγνωσις καὶ ἔλεγχος τῶν ἁμαρτιῶν αὐτῶν καὶ πάντων τῶν ἐθνῶν κλῆσις.
‟Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτὰ, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην· τὰς ἀρετάς μου διηγεῖσθε.
οὐ νῦν ἐκάλεσά σε Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.”