Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ιβ΄. ψαλμοῦ β΄.
Δήλωσις ἐπιβουλῆς τοῦ Χριστοῦ καὶ αὐτὸς υἱὸς ἀναγορευόμε- νος θεοῦ, κλῆρόν τε τὰ ἔθνη παρὰ τοῦ πατρὸς λαμβάνων.
“ Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ χριστοῦ αὐτοῦ, καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει “ κύριος εἶπεν πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Δήλωσις Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν καὶ πασῶν τῶν φυλῶν τῆς γῆς εὐλογία.
“ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου.” καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμἐνης.” καὶ αὖθις “ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
καὶ πάλιν “ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. καὶ ἐπὶ τέλει [*](23. Ps. 71, 1.)
Δήλωσις ᾄσματος καινοῦ, καὶ βραχίονος θεοῦ, καὶ τοῦ σωτηρίου αὐτοῦ πάσι τοῖς ἔθνεσι φανέρωσις· σωτήριον δὲ τὸ τοῦ υἱοῦ ὄνομα Ἑβραίων δηλοῦται φωνῇ.
Αισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκά- λυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξετε τῷ κυρίῳ πᾶσα ἡ γῆ.”
καὶ ἐπιλέγει “ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”
Ὡς μετὰ τὴν ἔκλειψιν τῆς βασιλείας τῶν Ἰουδαίων, αὐτὸς ὁ Χριστὸς ἐπίστα ’ς, ἠ’ τῶν ἐθνῶν γενήσεται προσδοκία.
“ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”
[*](9 Ps. 97, 1. 28 Gen. 49, 10.)Δήλωσις ἐπιψανείας χριστοῦ, καὶ καθαιρέσεως εἰδωλολατρίας, καὶ τῶν ἐθνῶν εἰς θέον εὐσεβείας.