Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ”
σαφῶς καὶ ταῦτα κλῆσιν ἀπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλῂμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
Δήλωσις τῆς τῶν ἀποστόλων ἐκλογῆς καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζα- βουλὼν, ἡ γῆ Νεφθαλείμ, καὶ οἶ λοιποὶ οἱ τὴν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ [*](5 Zach. 14, 16. 26 Es. 9, 1.)
“ ’Aκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος.’ οἶς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.”
Μυρία δ’ ἂν εὕροις καὶ αὐτὸς δι’ ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρὸς, πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστήσαι τὸ προκείμενον.
τοῦτο δ’ ἦν τοῖς ἐκ περιτομῆς μέγα ἐφ’ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγε- λιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.
τίς δ’ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς [*](5 Es. 49, 1 et 6.)
Ιβ΄. ψαλμοῦ β΄.
Δήλωσις ἐπιβουλῆς τοῦ Χριστοῦ καὶ αὐτὸς υἱὸς ἀναγορευόμε- νος θεοῦ, κλῆρόν τε τὰ ἔθνη παρὰ τοῦ πατρὸς λαμβάνων.
“ Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ χριστοῦ αὐτοῦ, καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει “ κύριος εἶπεν πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Δήλωσις Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν καὶ πασῶν τῶν φυλῶν τῆς γῆς εὐλογία.
“ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου.” καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμἐνης.” καὶ αὖθις “ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
καὶ πάλιν “ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. καὶ ἐπὶ τέλει [*](23. Ps. 71, 1.)
Δήλωσις ᾄσματος καινοῦ, καὶ βραχίονος θεοῦ, καὶ τοῦ σωτηρίου αὐτοῦ πάσι τοῖς ἔθνεσι φανέρωσις· σωτήριον δὲ τὸ τοῦ υἱοῦ ὄνομα Ἑβραίων δηλοῦται φωνῇ.
Αισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκά- λυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξετε τῷ κυρίῳ πᾶσα ἡ γῆ.”
καὶ ἐπιλέγει “ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”
Ὡς μετὰ τὴν ἔκλειψιν τῆς βασιλείας τῶν Ἰουδαίων, αὐτὸς ὁ Χριστὸς ἐπίστα ’ς, ἠ’ τῶν ἐθνῶν γενήσεται προσδοκία.
“ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”
[*](9 Ps. 97, 1. 28 Gen. 49, 10.)Δήλωσις ἐπιψανείας χριστοῦ, καὶ καθαιρέσεως εἰδωλολατρίας, καὶ τῶν ἐθνῶν εἰς θέον εὐσεβείας.
“ Ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἶ νῆσοι τῶν ἐθνῶν.”
Δήλωσις ἡμέρας ἀναστάσεως Χριστοῦ, καὶ ἐθνῶν συναγωγὴ, πάντων τε ἀνθρώπων ἐπίγνωσις θεοῦ, καὶ τρόπος εἶς εὐσεβείας, καὶ ὡς Αἰθίοπες θυσίας αὐτῷ προσοίσουσιν.
“ Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεως μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.”
Δήλωσις Χριστοῦ παρουσίας, καὶ πολλῶν ἐθνῶν ἐπ’ αὐτὸν καταφυγὴ καὶ ὡς ἔσονται τῷ κυρίῳ ἐξ ἐθνῶν συστησόμενοι λαοί.
“ Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ [*](4 Soph. 2, 11. 12 Soph. .3, 8. 26 Zach. 2, 10.)
Δήλωσις γενέσεως Χριστοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου καὶ κλῆσις δι’ αὐτοῦ πάντων τῶν ἐθνῶν.
“ Ἐξελεύσεται ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει ‘καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
Δήλωσις Χριστοῦ παρουσίας καὶ τῇς δι’ αὐτοῦ γενομένης εἰς πάντα τὰ ἔθνη εὐεργεσίας.
Ἴδου, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθραυσμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσυήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
καὶ ἑξῆς ἐπιλέ- γει “ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεὸς, τοῦτό μου ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλύ- [*](6 Es. 11, 1. 9 Es. 11, 12 Es. 42, 1)
Δήλωσις Χριστοῦ καὶ γενέσεως καὶ κλήσεως ἐθνῶν.