Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων “καὶ εἰς χοῦν θανάτου κατήγαγές με.” ταῦτα μὲν [*](3 Es. 14, 9. 20 Jo. 19, 34.)

v.3.p.680
οὔπω γενόμενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν, ἔλεγεν.

αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμεινεν ἐπιβουλευθεὶς διδάσκει λέγων ‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. οἶ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ’ αὐτὸν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφα- λῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυ- πετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες, χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.

καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι,” μονονουχὶ ἔργῳ πληροῦντες τὸ ‘‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” ἀλλὰ καὶ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη- ρίθμησαν πάντα τὰ ὀστᾶ μου;’ καὶ ἔτι τὸ “αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,” καὶ τὸ “διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἒβαλον κλῆρον” αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυ- τοῖς.

ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων‘ οἱ οὖν στρα- [*](5 Matth. 27, 27. 30 Jo. 19, 23.)

v.3.p.681
τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. τὸν χιτῶνα δὲ, ὅτι ἄρραφος ἦν, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, εἷπον πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” οἶ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν.

καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων ‘‘σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἳνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν.

κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ συναγωγὴ πονηρευομένων, οἷ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἶ ἀρχιερεῖς, καὶ οἶ Φαρισαῖοι, οἶ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων.

σαφῶς γοῦν ὁ Ἠσαίας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων “πάντες κύνες ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν.’ δέον γὰρ αὐτοὺς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ φυλάττοντας ἐπιστημονικῶς ὑλακτεῖν, σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα, πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὑτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δὲ, εἰ ἂρα. κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἶ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ [*](10 Matth. 27, 35. 21 Es. 56, 10.)

v.3.p.682
μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα του ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ “περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με.

καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν· ἀλλὰ καὶ οἶ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως.

πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τουτέστι τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες ‘ἐ̔ν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη, καὶ οὐκ ἂν εἴποι ἡ κεφαλὴ τοῖς ποσὶ, χρείαν ὑμῶν οὐκ ἔχω, ὡς οὐδὲ ταῖς χερσὶν οἶ ὀφθαλμοί.”

κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτὸν οὐκ ἀκαίρως τὸ “ὤρυξαν χεῖράς μου, καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.”

τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐ- χὴν ἀποτείνας ἐπιφέρει λέγων “σὺ δὲ, κύριε, μὴ [*](13 Rom. 12, 5. 15 1. Cor. 12, 21.)

v.3.p.683
μακρύνῃς τὴν βοήθειάν μου.”

ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἂλλως αὑτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησι “σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν άντίληψίν μου πρόσσχες.”