Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς [*](11 Jo. 18, 18.)

v.3.p.658
ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν, “εἰ ᾔδεις τίς έστὶν ὁ αἰτῶν δε πιεῖν, σὺ ἅν ᾔτησας αὐτὸν, καὶ ἕδωκεν ἄν σοι ὕδωρ ζῶν.” ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ώφέλεια παρίστησιν ἑξπῆς διδάσκων ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογήσουσι, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριξόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ τὸ ὅνομα αὐτοῦ ἕν ἕσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἕρημον.

ὅ καὶ αὐτὸ τίς ούκ ἄν ὁρῶν έκπλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας, (αύτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος) τὸ τῶν Χριστιανῶν ὅνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἕθνη περιεκύκλωσε τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν.

Ἀπὸ Ψαλμοῦ κα΄.

“Ὁ θεὸς ὁ θεός μου, πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με;μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούςῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἅνοιαν ἐμοί. σὺ δε ἐν ἁγίος κατοικεῖς, ὁ ἕπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν, ἥλπισαν, καὶ ἐρρύςω αὐτούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν, καὶ οὐ κατῃσχύνθησαν. 2.ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄν- [*](2 Jo. 4, 10. 20 Ps. 21, 1.)

v.3.p.659
θρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἶ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αύτόν.