Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
χωνευτήριον δὲ ἐνταυθα ἔοικε τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα “κάθες αὐτοῦς εἰς τὸ χωνευτήριον” ἐπιφέρει “καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.”
κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου “πρὸς τὸν πλάστην” ἐπιφέρει “καὶ ἔριφα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην”
κατὰ δὲ τὸν Σύμμαχον εἰπόντος τοῦ κυρίου “ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον” ἐπιφέρει λέγων “καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.” μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, “ἰδὼν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὸ ἀργύριον τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις, λέγων, ἥμαρτον παραδοὺς αἶμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτᾷῷ, τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εὶς τὸν ναὸν ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγ- [*](11 1. Cor. 3, 13. 26 Matth. 27, 3.)
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἴως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τίμην του τετιμημένου, ὂν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος.”