Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἰκότως οὖν διὰ ταῦτα ἐξῆς ἐπιφέρει λέγων “ καὶ εἶπα, οὐ [*](25 Jer. 12, 7.)
ἀνθ’ οὗ ὁ Ἀκύλας ‘καὶ ἔλαβον” φησὶν ‘τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν,” δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος ἡ ἐν ἀρχαῖς τοῦ λόγου πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.
ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη εἰς τὸν οἶκον κυρίου ὡς εἰς χωνευτήριον, τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδὴ, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ “ καὶ ἀπέρριψα τὴν ῥόβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ. ”
καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἐξῆς οὐκέτ’ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν, ἀλλὰ τοὺς Χαναναίους, λέγων “ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστί.’
τίνες δ’ ἂν εἶεν οἶ Χαναναῖοι ἀλλ’ ἢ ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἀπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἱ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.
“ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ἡμῶν. ἡνίκα ἀναμνησθῶσιν οἶ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὑτῶν, καὶ τὰ ἄλση αὑτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”
Εἰ καὶ μὴ παρὰ τοῖς ὁ, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραικῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομῇκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδα δηλοῦντα, καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ “ ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ.
εἴη δ’ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύ- ειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ. Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλον-
[*](2 Jer. 17, 1. Conf. supra p. 54 b.)τος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα.