Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τά τε γὰρ σεμνὰ τῆς 7ερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρε- πὴς ὑπῆρχε τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοί- νισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται λέγοντι, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.”
ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιὰς διαθήκης, καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοὐ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησο- μένου, ἐπὰν τὴν τιμὴν τοῦ τετιμημένου τριάκοντα ἀργυρίωντιμησάμενοι τῆς σφῶν δυσσεβείαςτὴν προσ- προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν.
λέγει δ’ οὖν καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου.” καὶ πάλιν καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα.” ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ ‘καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφή- του, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο.”
ἀλλ’ ἐπειδὴ διαστροφὴν καὶ οἶ τρεῖς οὗτοι πεπόνθασι ποι-
ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶ “ καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν ·” ὁ δὲ Σύμμαχος “ καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς ·” ὁ δὲ Θεοδοτίων καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει ἐπιλέγων “ καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ.” ἀνθ’ οὖ πάλιν ὁ Ἀκύλας Ακύλας “ καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί·
ὁ δὲ Σύμμαχος “ καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί. ὅμοιον δὲ τῷ καὶ γὰρ αἶ ψυχαὶ αὐτόν ἐπωρύοντο ἐπ’ ἐμέ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ τὸ “ ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς, ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὑτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;”
εἰκότως οὖν διὰ ταῦτα ἐξῆς ἐπιφέρει λέγων “ καὶ εἶπα, οὐ [*](25 Jer. 12, 7.)
ἀνθ’ οὗ ὁ Ἀκύλας ‘καὶ ἔλαβον” φησὶν ‘τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν,” δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος ἡ ἐν ἀρχαῖς τοῦ λόγου πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.
ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη εἰς τὸν οἶκον κυρίου ὡς εἰς χωνευτήριον, τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδὴ, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ “ καὶ ἀπέρριψα τὴν ῥόβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ. ”
καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἐξῆς οὐκέτ’ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν, ἀλλὰ τοὺς Χαναναίους, λέγων “ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστί.’
τίνες δ’ ἂν εἶεν οἶ Χαναναῖοι ἀλλ’ ἢ ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἀπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἱ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.
“ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ἡμῶν. ἡνίκα ἀναμνησθῶσιν οἶ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὑτῶν, καὶ τὰ ἄλση αὑτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”
Εἰ καὶ μὴ παρὰ τοῖς ὁ, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραικῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομῇκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδα δηλοῦντα, καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ “ ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ.
εἴη δ’ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύ- ειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ. Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλον-
[*](2 Jer. 17, 1. Conf. supra p. 54 b.)τος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα.
“ Ὀμνύει κύριος κατὰ ὑπερηφανίας Ἰακὼβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῇ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς ἡ συντέλεια, τέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον· καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαπο- στελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἴως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.”
Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἶ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία, ὀμνύναι τὸν κύριόν φησι καθ’ ὑπερηφανίας Ἰακὼβ, ὡς οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων [*](6 Amos. 8, 7.)
Καὶ δὴ μετὰ τὴν δηλωθεῖσαν κατ’ αὐτῶν ἐκ τοῖ θεοῦ ὀργὴν αἶθις τὰ καὶαὐτοὺς πράγματα, “ὡς ποταμὸς” Φηςὶν “Αἰγύπτου καταβήσεται.” Δἰ ὦν οἶμαι δηλοῦσθαι ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δἰκην ποταμοῦ παρατρέχουσι τῶν ἀπίστων ἐθνῶν πράγμασι καταστήσεται, ἀφ’ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται.
εἶθ’ἐξῆς τούτοις αὐτὰ δὴ τὰ ἀμφὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους συμβεβηκότα δηλῶν “ἐνἐκείνῃ” φηςὶ “ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς,” ἃ καὶ ἐναργῆ τὴν ἔνβασιν εἴληφεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἡψωθέντος κατὰ τὸν εὐαγγελιστὴν “ἀπὸ ἕκτης ὥρας σκότος ἐγέντετο ἐπὶ πἆσανκ τὴν γῆν ἕνς ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων Ἠλὶ Ἠλὶ λαμᾶ σαβαχθανί.”
Τούτων δὲ τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον ἐξῆς ἐπιλέγει “ καὶ μεταστρέψω τὰς ἐορτὰς ὑμῶν εὶς πένθος καὶ πάσς τὰς ᾠδὰς ὑμῶν εὶς θρῆνον. Καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ὲπὶ πᾶσαν [*](23 Matth. 27,46.)