Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου, καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ γὰρ αἶ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμὲ, καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς · τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Καναναῖος τὰ πρόβατα τὰ φυλασσόμενά μοι, ὅτι λόγος κυρίου ἐστί. καὶ ἐρῶ πρὸς αὐτοὺς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου ἢ άπείπασθε. καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

Καὶ ταῦτα τέλους ἐτύγχανεν ὅτε κατὰ μὲν τὸν Λουκᾶν “ ἀπελθὼν ὁ Ἰούδας συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς· καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι,” κατὰ δὲ τὸν Μάρκον “ὁπη [*](2 Zach. 11, 7. 26 Luc. 22, 4.)

v.3.p.645
νίκα ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν. οἶ δὲ ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι.”

ἀλλ’ ἐν τούτοις μὲν ἀπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμὸς, συνᾴδω τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει.

λέγει δ’ οὖν ὁ Ματθαῖος “ τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας.” σύμφωνα οὖν ταῦτά ἐστι τῷ “ καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς” ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου.