Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
πλὴν ἀλλ’ εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ’ οὔ τι γε κατέρραξεν αὐτὸν, ἐπεὶ, οἷα γενναῖος ἀθλητὴς, τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς, αὐτὸς γὰρ ἡ ζωὴ, μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν.
ἐπεὶ κατὰ Ἡσαΐαν “ ἐπανεπαύσατο ἐπ’ αὐτὸν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος. οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει, ἐπεὶ “ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.” εὕροις δ’ ἂν τὰ παραπλήσια τούτοις [*](6 Os. 3, 12. Jer. 4, 11. 25 Es. 11, 2. 29 Jo. 1, 5.)
καὶ πάλιν “ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. ” καὶ αὖθις “ ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”
σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ περιέσχον μὲν αὐτὸν καὶ περιεκύκλωσαν κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ’ αὐτοῦ δεδύνηνται.
καὶ ταῦτα μὲν, εἰ * * καὶ ταῦτα Ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ’ αὐτὸν, ἀλλ’ ἐφ’ ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτὸς ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλὴμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας οὐ νῦν σχολὴ διηγεῖσθαι.
“ Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις [*](2 Ps. 21, 12. 26 Ps. 108, 1.)
Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς, καὶ ταῦτα φήσας ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν γραφὴν, ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμων, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμὸν, ὅπως πλη- [*](15 Act. 1, 16.)
φησὶν οὖν “ ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,” τὴν ὑπ’ αὐτοῦ παραδοθεῖσαν τοῖς αὑτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγσσθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ.
στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς “ τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἶ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ αὐτοῖς.
τοιαῦτα γοῦν κατ’ αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν “ ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν ‘ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.